Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 23.52 Dem. 23.54 (English) >>Dem. 23.57

23.53λέγʼ ἄλλον νόμον.Νόμος

ἐάν τις ἀποκτείνῃ ἐν ἄθλοις ἄκων, ἐν ὁδῷ καθελὼν ἐν πολέμῳ ἀγνοήσας, ἐπὶ δάμαρτι ἐπὶ μητρὶ ἐπʼ ἀδελφῇ ἐπὶ θυγατρί, ἐπὶ παλλακῇ ἣν ἂν ἐπʼ ἐλευθέροις παισὶν ἔχῃ, τούτων ἕνεκα μὴ φεύγειν κτείναντα.

πολλῶν, ἄνδρες Ἀθηναῖοι, νόμων ὄντων, παρʼ οὓς εἴρηται τὸ ψήφισμα, παρʼ οὐδένα μᾶλλον παρὰ τοῦτον τὸν ἀνεγνωσμένον νῦν εἴρηται. διδόντος γὰρ τοῦ νόμου σαφῶς οὑτωσὶ καὶ λέγοντος ἐφʼ οἷς ἐξεῖναι κτεῖναι, οὗτος ἅπαντα παρεῖδε ταῦτα, καὶ γέγραφεν, οὐδὲν ὑπειπὼν πῶς, ἄν τις ἀποκτείνῃ, τὴν τιμωρίαν. 23.54καίτοι σκέψασθʼ ὡς ὁσίως καὶ καλῶς ἕκαστα διεῖλεν ταῦτʼ ἐξ ἀρχῆς διελών. ἄν τις ἐν ἄθλοις ἀποκτείνῃ τινά, τοῦτον ὥρισεν οὐκ ἀδικεῖν. διὰ τί; οὐ τὸ συμβὰν ἐσκέψατο, ἀλλὰ τὴν τοῦ δεδρακότος διάνοιαν. ἔστι δʼ αὕτη τίς; ζῶντα νικῆσαι καὶ οὐκ ἀποκτεῖναι. εἰ δʼ ἐκεῖνος ἀσθενέστερος ἦν τὸν ὑπὲρ τῆς νίκης ἐνεγκεῖν πόνον, ἑαυτῷ τοῦ πάθους αἴτιον ἡγήσατο, διὸ τιμωρίαν οὐκ ἔδωκεν ὑπὲρ αὐτοῦ. 23.55πάλινἂν ἐν πολέμῳφησὶνἀγνοήσας,” καὶ τοῦτον εἶναι καθαρόν. καλῶς· εἰ γὰρ ἐγώ τινα τῶν ἐναντίων οἰηθεὶς εἶναι διέφθειρα, οὐ δίκην ὑπέχειν, ἀλλὰ συγγνώμης τυχεῖν δίκαιός εἰμι. “ ἐπὶ δάμαρτιφησὶν ἐπὶ μητρὶ ἐπʼ ἀδελφῇ θυγατρί, ἐπὶ παλλακῇ ἣν ἂν ἐπʼ ἐλευθέροις παισὶν ἔχῃ,” καὶ τὸν ἐπὶ τούτων τῳ κτείναντʼ ἀθῷον ποιεῖ, πάντων γʼ ὀρθότατʼ, ἄνδρες Ἀθηναῖοι, τοῦτον ἀφιείς. τί δήποτε;



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 23.52 Dem. 23.54 (English) >>Dem. 23.57

Powered by PhiloLogic